Ἔκαμεν ὁ λόγος, τοῦτον τὸν θεσπέσιον καὶ τριπόθητον Βαρνάβαν τὸν ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό% σιτος τυγχάνει ὁ θαυμάσιος. Διὸ ἀφέντες ὡς ἀνέφικτον τὸν περὶ τῶν ἐγκωμίων λόγον, ὀλίγα τῶν εἰς ἡμᾶς ἰόντων περὶ τῆς τούτου βιώσεως καὶ τελειώσεως ἔκ τε τοῦ Στρωματέως καὶ ἐξ ἑτέρων ἀρχαίων συγγραμμάτων παραθήσομαι τῇ ὑμετέρᾳ ὁσιότητι, καὶ οὕτω τὸ πέρας ἐπιθήσομεν τῷ διηγήματι, παραχωρήσαντες τῇ θεοπνεύστῳ Γραφῇ τοῦ ἀοιδίμου τὴν κεφαλὴν μεγαλοπρεπῶς στε% φανῶσαι· φησὶ γάρ· \enquote{Ἦν δὲ Βαρνάβας ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως.} Οὗ τί ἂν γένοιτο ἴσον ἢ παραπλήσιον πώποτε;